Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.277 Joseph. AJ 17.282 (English) >>Joseph. AJ 17.286

17.280καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες διʼ αὐτῶν, δὲ διάδημα περιθέμενος βουλευτήριόν τε ἦγεν ἐπὶ τοῖς ποιητέοις καὶ τὰ πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ. 17.281διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν. 17.282προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίς τε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ Ῥωμαίων λόχῳ κατὰ Ἐμμαοῦντα, οἳ σῖτόν τε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες Ἄρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν. 17.283οἱ δὲ λοιποὶ δείσαντες πρὸς τὸ πάθος αὐτῶν Γράτου σὺν τοῖς βασιλικοῖς, οἳ περὶ αὐτὸν ἦσαν, σκέπης αὐτοῖς γενομένης σώζονται τοὺς νεκροὺς καταλιπόντες. καὶ πολὺν μὲν τοιουτοτρόποις χρώμενοι χρόνον μάχαις Ῥωμαίους τε παρελύπησαν οὐκ εἰς ὀλίγα καὶ τὸ ἔθνος ἐκάκωσαν ἐπὶ μέγα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.277 Joseph. AJ 17.282 (English) >>Joseph. AJ 17.286

Powered by PhiloLogic